Psalms 135

1
LXX: Psa.134:1
Αλληλουια. αἰνεῖτε, τὸ ὄνομα κυρίου, Αἰνεῖτε δοῦλοι, κύριον,
2
LXX: Psa.134:2
οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
3
LXX: Psa.134:3
αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
4
LXX: Psa.134:4
ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ κύριος, Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ.
5
LXX: Psa.134:5
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς·
6
LXX: Psa.134:6
πάντα, ὅσα ἠθέλησεν κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·
7
LXX: Psa.134:7
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
8
LXX: Psa.134:8
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους·
9
LXX: Psa.134:9
ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
10
LXX: Psa.134:10
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,
11
LXX: Psa.134:11
τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν,
12
LXX: Psa.134:12
καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ.
13
LXX: Psa.134:13
κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
14
LXX: Psa.134:14
ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
15
LXX: Psa.134:15
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
16
LXX: Psa.134:16
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
17
LXX: Psa.134:17
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται, [ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν,] οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
18
LXX: Psa.134:18
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.
19
LXX: Psa.134:19
οἶκος Ισραηλ, εὐλογήσατε τὸν κύριον· οἶκος Ααρων, εὐλογήσατε τὸν κύριον·
20
LXX: Psa.134:20
οἶκος Λευι, εὐλογήσατε τὸν κύριον· οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον.
21
LXX: Psa.134:21
εὐλογητὸς κύριος ἐκ Σιων κατοικῶν Ιερουσαλημ.
Copyright information for LXX